Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.85 Dem. 45.87 (English) >>Dem. 46.1

45.86πολλὰ δʼ ἔχων εἰπεῖν περὶ ὧν ὕβρισμαι, οὐχ ἱκανὸν τὸ ὕδωρ ὁρῶ μοι. ὡς οὖν μάλιστʼ ἂν ἅπαντας ὑμᾶς ἡγοῦμαι γνῶναι τὴν ὑπερβολὴν ὧν ἠδικήμεθʼ ἡμεῖς, φράσω· εἰ σκέψαιτο πρὸς ἑαυτὸν ἕκαστος ὑμῶν τίνʼ οἴκοι κατέλιπεν οἰκέτην, εἶθʼ ὑπὸ τούτου πεπονθόθʼ ἑαυτὸν θείη ταὔθʼ ἅπερ ἡμεῖς ὑπὸ τούτου. μὴ γὰρ εἰ Σύρος Μάνης τίς ἕκαστος ἐκείνων, οὗτος δὲ Φορμίων· ἀλλὰ τὸ πρᾶγμα ταὐτό· δοῦλοι μὲν ἐκεῖνοι, δοῦλος δʼ οὗτος ἦν, δεσπόται δʼ ὑμεῖς, δεσπότης δʼ ἦν ἐγώ. 45.87ἣν τοίνυν ὑμῶν ἂν ἕκαστος δίκην ἀξιώσειε λαβεῖν, ταύτην νομίζετε κἀμοὶ προσήκειν νῦν· καὶ τὸν ἀφῃρημένον τῷ μαρτυρῆσαι τὰ ψευδῆ καὶ ὑπὲρ τῶν νόμων καὶ ὑπὲρ τῶν ὅρκων οὓς ὀμωμοκότες δικάζετε, τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις, μνημονεύοντες πάνθʼ ὅσʼ ἀκηκόαθʼ ἡμῶν, καὶ φυλάττοντες, ἐὰν παράγειν ἐπιχειρῶσιν ὑμᾶς, πρὸς ἕκαστον ἀπαντῶντες· ἐὰν μὴ φῶσιν ἅπαντα μεμαρτυρηκέναι, “τί οὖν ἐν τῷ γραμματείῳ γέγραπται; τί οὖν οὐ τότʼ ἀπηλείφου; 45.88τίς παρὰ τοῖς ἄρχουσιν ἀντιγραφή;” ἐὰν μεμαρτυρηκέναι τὸν μὲν ἐπιτροπευθῆναι κατὰ διαθήκας, τὸν δʼ ἐπιτροπεῦσαι, τὸν δʼ ἔχειν, “ποίας; ἐν αἷς τί γέγραπται;” ταῦτʼ ἐρωτᾶτε· γὰρ οὗτοι μεμαρτυρήκασιν, οὐδεὶς ἐκείνων προσμεμαρτύρηκεν. ἐὰν δʼ ὀδύρωνται, τὸν πεπονθότʼ ἐλεινότερον τῶν δωσόντων δίκην ἡγεῖσθε. ταῦτα γὰρ ἂν ποιῆτε, ἐμοί τε βοηθήσετε, καὶ τούτους τῆς ἄγαν κολακείας ἐπισχήσετε, καὶ αὐτοὶ τὰ εὔορκʼ ἔσεσθʼ ἐψηφισμένοι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.85 Dem. 45.87 (English) >>Dem. 46.1

Powered by PhiloLogic